Add parallel Print Page Options

35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν [a]μαλακίαν. 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι [b]ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

10 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς [c]αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ [d]Θαδδαῖος, Σίμων ὁ [e]Καναναῖος καὶ Ἰούδας [f]ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, [g]νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ [h]ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς [i]αὐτοῦ. 11 εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν [j]πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς [k]ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι [l]ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:35 μαλακίαν WH Treg NIV ] + ἐν τῷ λαῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:36 ὡσεὶ WH NIV RP ] ὡς Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:2 αὐτοῦ Treg RP ] + καὶ WH NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:3 Θαδδαῖος WH Treg NIV ] Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 Καναναῖος WH Treg NIV ] Κανανίτης RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:4 WH NIV ] Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8 νεκροὺς ἐγείρετε WH Treg NIV ] RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 αὐτοῦ WH Treg NIV ] + ἐστιν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:13 πρὸς Treg NIV RP ] ἐφ’ WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἂν WH Treg NIV ] ἐὰν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἔξω WH Treg NIV ] RP